Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.179.3 | Hdt. 4.180.4 (English) | >>Hdt. 4.181.3 |
4.180.2 ὁρτῇ δὲ ἐνιαυσίῃ Ἀθηναίης αἱ παρθένοι αὐτῶν δίχα διαστᾶσαι μάχονται πρὸς ἀλλήλας λίθοισί τε καὶ ξύλοισι , τῷ αὐθιγενέι θεῷ λέγουσαι τὰ πάτρια ἀποτελέειν , τὴν Ἀθηναίην καλέομεν . τὰς δὲ ἀποθνῃσκούσας τῶν παρθένων ἐκ τῶν τρωμάτων ψευδοπαρθένους καλέουσι .
4.180.3 πρὶν δὲ ἀνεῖναι αὐτὰς μάχεσθαι , τάδε ποιεῦσι κοινῇ . παρθένον τὴν καλλιστεύουσαν ἑκάστοτε κοσμήσαντες κυνέῃ τε Κορινθίῃ καὶ πανοπλίῃ Ἑλληνικῇ καὶ ἐπʼ ἅρμα ἀναβιβάσαντες περιάγουσι τὴν λίμνην κύκλῳ .
4.180.4 ὁτέοισι δὲ τὸ πάλαι ἐκόσμεον τὰς παρθένους πρὶν ἤ σφι Ἕλληνας παροικισθῆναι , οὐκ ἔχω εἰπεῖν , δοκέω δʼ ὦν Αἰγυπτίοισι ὅπλοισι κοσμέεσθαι αὐτάς · ἀπὸ γὰρ Αἰγύπτου καὶ τὴν ἀσπίδα καὶ τὸ κράνος φημὶ ἀπῖχθαι ἐς τοὺς Ἕλληνας .
4.180.5 τὴν δὲ Ἀθηναίην φασὶ Ποσειδέωνος εἶναι θυγατέρα καὶ τῆς Τριτωνίδος λίμνης , καί μιν μεμφθεῖσάν τι τῷ πατρὶ δοῦναι ἑωυτὴν τῷ Διί , τὸν δὲ Δία ἑωυτοῦ μιν ποιήσασθαι θυγατέρα . ταῦτα μὲν λέγουσι , μῖξιν δὲ ἐπίκοινον τῶν γυναικῶν ποιέονται , οὔτε συνοικέοντες κτηνηδόν τε μισγόμενοι .
4.180.6 ἐπεὰν δὲ γυναικὶ τὸ παιδίον ἁδρὸν γένηται , συμφοιτῶσι ἐς τὠυτὸ οἱ ἄνδρες τρίτου μηνός , καὶ τῷ ἂν οἴκῃ τῶν ἀνδρῶν τὸ παιδίον , τούτου παῖς νομίζεται .
ch. 181
4.181.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.179.3 | Hdt. 4.180.4 (English) | >>Hdt. 4.181.3 |